Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.126 Dem. 23.129 (English) >>Dem. 23.132

23.128εἰ τοίνυν, ἄνδρες Ἀθηναῖοι, τοὐναντίον τἀληθὲς ὑπάρχει, θείημεν τὸν Χαρίδημον αὐτὸν καὶ γεγενῆσθαι περὶ ἡμᾶς σπουδαῖον καὶ εἶναι καὶ ἔσεσθαι, καὶ μηδέποτʼ ἄλλην γνώμην ταύτην σχήσειν, οὐδὲν μᾶλλον ἔχει καλῶς ταῦτʼ αὐτῷ ψηφίσασθαι. εἰ μὲν γὰρ ἐπʼ ἄλλο τι ταύτην τὴν ἄδειαν ἐλάμβανε, τὴν ἐκ τοῦ ψηφίσματος, τὰ Κερσοβλέπτου πράγματα, ἧττον ἂν ἦν δεινόν· νῦν δέ, ὑπὲρ οὗ καταχρήσεται τῇ διὰ τοῦ ψηφίσματος πλεονεξίᾳ, οὐκ ἀξιόπιστον οὔθʼ ἡμῖν οὔτʼ ἐκείνῳ λογιζόμενος αὐτὸν εὑρίσκω. 23.129σκέψασθε δʼ ὡς δικαίως ἕκαστʼ ἐξετάζω, καὶ σφόδρα γʼ εἰκότως δεδιώς. ἐγὼ σκοπῶ Κότυν, ὅτι κηδεστὴς ἦν Ἰφικράτει τὸν αὐτὸν τρόπον ὅνπερ Χαριδήμῳ Κερσοβλέπτης, καὶ τὰ πεπραγμένʼ ὁρῶ πολλῷ μείζονα καὶ χάριτος πλείονος ἄξιʼ ὑπὲρ Κότυος Ἰφικράτει ὑπὲρ Κερσοβλέπτου Χαριδήμῳ. 23.130σκεψώμεθα δʼ οὑτωσί. ἴστε δήπου τοῦτʼ, ἄνδρες Ἀθηναῖοι, ὅτι χαλκῆς εἰκόνος οὔσης παρʼ ὑμῖν Ἰφικράτει καὶ σιτήσεως ἐν πρυτανείῳ καὶ δωρειῶν καὶ τιμῶν ἄλλων, διʼ ἃς εὐδαίμων ἐκεῖνος ἦν, ὅμως ἐτόλμησεν ὑπὲρ τῶν Κότυος πραγμάτων ἐναντία τοῖς ὑμετέροις στρατηγοῖς ναυμαχεῖν, καὶ περὶ πλείονος ἐποιήσατο τὴν ἐκείνου σωτηρίαν τὰς ὑπαρχούσας ἑαυτῷ παρʼ ὑμῖν τιμάς· καὶ εἰ μὴ μετριωτέραν ἔσχετε τὴν ὀργὴν ὑμεῖς τῆς ἐκείνου προπετείας, οὐδὲν ἂν αὐτὸν ἐκώλυεν ἀθλιώτατον ἀνθρώπων ἁπάντων εἶναι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.126 Dem. 23.129 (English) >>Dem. 23.132

Powered by PhiloLogic